Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.51 Dem. 25.53 (English) >>Dem. 25.56

25.52ἀλλὰ πορεύεται διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔχις σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι συμφορὰν βλασφημίαν κακόν τι προστριψάμενος καὶ καταστήσας εἰς φόβον ἀργύριον εἰσπράξεται. οὐδὲ προσφοιτᾷ πρός τι τούτων τῶν ἐν τῇ πόλει κουρείων μυροπωλίων τῶν ἄλλων ἐργαστηρίων οὐδὲ πρὸς ἕν· ἀλλʼ ἄσπειστος, ἀνίδρυτος, ἄμεικτος, οὐ χάριν, οὐ φιλίαν, οὐκ ἄλλʼ οὐδὲν ὧν ἄνθρωπος μέτριος γιγνώσκων· μεθʼ ὧν δʼ οἱ ζωγράφοι τοὺς ἀσεβεῖς ἐν ᾍδου γράφουσιν, μετὰ τούτων, μετʼ ἀρᾶς καὶ βλασφημίας καὶ φθόνου καὶ στάσεως καὶ νείκους, περιέρχεται. 25.53εἶθʼ ὃν οὐδὲ τῶν ἐν ᾍδου θεῶν εἰκός ἐστιν τυχεῖν ἵλεων, ἀλλʼ εἰς τοὺς ἀσεβεῖς ὠσθῆναι διὰ τὴν πονηρίαν τοῦ βίου, τοῦτον ὑμεῖς ἀδικοῦντα λαβόντες οὐ μόνον οὐ τιμωρήσεσθε, ἀλλὰ καὶ μειζόνων ἀξιώσαντες δωρειῶν ἀφήσετʼ τοὺς εὐεργέτας; τίνι γὰρ πώποθʼ ὑμεῖς ἔδοτε, ἐὰν ὄφλῃ τι τῷ δημοσίῳ, τοῦτο μὴ καταθέντι τῶν ἴσων μετέχειν; οὐδενί. μὴ τοίνυν μηδὲ τούτῳ δῶτε νῦν, ἀλλὰ τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις.

25.54ἄξιον δʼ ἐστίν, ἄνδρες Ἀθηναῖοι, καὶ τὰ λοίπʼ ἀκοῦσαι· δεινῶν γὰρ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολήν, ὧν ἠκούσατʼ ἄρτι λέγοντος Λυκούργου, τὰ λοίπʼ ἐνάμιλλα τούτοις καὶ τῆς αὐτῆς φύσεως εὑρεθήσεται. πρὸς μὲν γὰρ τῷ τὸν πατέρʼ ἐν τῷ δεσμωτηρίῳ προδοὺς ἀπελθεῖν ἐξ Ἐρετρίας, ὥσπερ ἠκούσατε Φαίδρου, ἀποθανόνθʼ ἀσεβὴς οὗτος καὶ μιαρὸς οὐκ ἔθαψεν, οὐδὲ τοῖς θάψασι τὴν ταφὴν ἀπέδωκεν, ἀλλὰ καὶ δίκην πρὸς ἔλαχεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.51 Dem. 25.53 (English) >>Dem. 25.56

Powered by PhiloLogic